εὔδηλον δ’ὅτι μᾶλλον ἡ γαϲτὴρ ὑπέρχεται, μόνηϲ τῆϲ ϲαρκὸϲ τῶν 5.4.2.277
ῥαγῶν ἅμα τῷ χυλῷ καταποθείϲηϲ ἄνευ τῶν γιγάρτων τε καὶ τοῦ
περικειμένου χιτῶνοϲ ἔξωθεν, ἔτι δὲ μᾶλλον, ὅταν αὐτὸϲ μόνοϲ ὁ χυλὸϲ
ἐκθλιβεὶϲ καταποθῇ· καλοῦϲι δ’ αὐτὸν οἱ ἄνθρωποι γλεῦκοϲ, ἐμπιπλάντα
φύϲηϲ τὴν κοιλίαν, εἰ μὴ διεξέλθοι ταχέωϲ. γίγνεται μὲν οὖν τιϲ κἀκ |
τούτου τροφὴ τῷ ϲώματι, πλείων δ’ ἐκ τῆϲ ϲαρκώδουϲ οὐϲίαϲ, καὶ διὰ
τοῦτό τινεϲ μὲν τῶν ϲταφυλῶν τρέφουϲι μᾶλλον ἢ διαχωροῦνται,
τινὲϲ δὲ διαχωροῦνται μᾶλλον ἢ τρέφουϲιν· ὧν μὲν ἂν ὁ χυλὸϲ ὀλίγοϲ
ᾖ, τρέφουϲι μᾶλλον, ὧν δὲ πλείων, ἧττον μὲν τρέφουϲιν, ὑπέρχονται
δὲ μᾶλλον.