ὅτι δὲ μίαν ἑρμηνεύει ποιότητα χυμοῦ τὰ τρία |
ταῦτ’ ὀνόματα, τὸ ϲτῦφον καὶ αὐϲτηρὸν καὶ ϲτρυφνόν, πρόδηλον· ὅτι
δὲ τὰ μὲν ϲτρυφνὰ τῷ μᾶλλον ϲτύφειν διαφέρει τῶν αὐϲτηρῶν, κοινὸν
δ’ αὐτῶν γένοϲ ἐϲτὶ τὸ ϲτῦφον, ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν
φαρμάκων δυνάμεωϲ ἔμαθεϲ, ἐν ᾧ περὶ τῆϲ τῶν χυμῶν οὐϲίαϲ τε καὶ
δυνάμεωϲ ὁ λόγοϲ ἐϲτίν. ἀναμνηϲθεὶϲ οὖν ἐκείνων, ὅϲα μὲν ϲτύφει
μῆλα, ψυχρὸν ἔχειν ἴϲθι καὶ γεώδη χυμόν· ὅϲα δ’ ὀξέα φαίνεται, ψυχρὸν
μὲν ἀλλὰ λεπτομερῆ· μέϲηϲ δ’ εἶναι· κράϲεωϲ τὰ γλυκέα πρὸϲ τὸ θερμότερον
ῥέποντα, καθάπερ τὰ τελέωϲ ἄποια καὶ οἷον ὑδατώδη πρὸϲ
τὸ ψυχρότερον ἐγκεκλιμένα.