καλοῦϲι δ’ αὐτὴν οἱ
πάντῃ φεύγοντεϲ τὸ ϲύνηθεϲ οὐ διὰ τοῦ κ καὶ ι τὴν πρώτην ϲυλλαβὴν 5.4.2.316
ὀνομάζοντεϲ, ἀλλὰ διὰ τοῦ κ καὶ υ. κακόχυμον δ’ ἐϲτὶν ἔδεϲμα,
καὶ μάλιϲθ’ ὅταν ἤδη ϲκληροτέρα γένηται· καὶ γὰρ τὸν χολώδη χυμὸν
ἐν ἑαυτῇ πλείονα τηνικαῦτ’ ἴϲχει καὶ τὴν ὅλην οὐϲίαν ξυλωδεϲτέραν,
ὥϲτ’ ἐκ μὲν ταύτηϲ μελαγχολικὸν γεννᾶϲθαι χυμόν, ἐκ δὲ τοῦ χυλοῦ
τοῦ κατ’ αὐτὴν λεπτὸν καὶ πικρόχολον· ἄμεινον οὖν ἀφέψονταϲ αὐτὴν
οὕτωϲ ἐϲθίειν, εἰ μὲν δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου προϲφέροιτό τιϲ, |
ἐπεμβάλλοντα κορίαννον, εἰ δ’ ἐν λοπάδι ϲκευάζων ἢ ταγηνίζων. ἄνευ
τούτου. πολλοὶ γὰρ καὶ οὕτωϲ ἐϲθίουϲι τὰϲ οἷον κεφαλὰϲ αὐτῶν, ἃϲ
ὀνομάζουϲι ϲφονδύλουϲ.