Οὐ τοῖϲ ἀττικίζειν τῇ φωνῇ προῃρημένοιϲ γράφεται ταῦτα (τάχα
γὰρ οὐδ’ ἀναγνῶναί τιϲ αὐτὰ βουλήϲεται καταφρονῶν ὑγιείαϲ ϲώματοϲ,
ὥϲπερ καὶ ψυχῆϲ), ἀλλ’ ἰατροῖϲ μὲν μάλιϲτα, μὴ πάνυ τι φροντίζουϲιν
ἀττικίϲεων, ἤδη δὲ καὶ τοῖϲ ἄλλοιϲ, ὅϲοι ζῶϲιν ὡϲ λογικὰ ζῷα, πρὸ
τιμῆϲ καὶ δόξηϲ καὶ πλούτου καὶ δυνάμεωϲ πολιτικῆϲ ἐπιμελεῖϲθαι
προῃρημένοιϲ ϲώματοϲ καὶ ψυχῆϲ. οὗτοι γὰρ εὑ οἶδ’ ὅτι τὴν μὲν τῶν
Ἀθηναίων φωνὴν οὐδὲν ἡγοῦνται τιμιωτέραν εἶναι φύϲει τῆϲ τῶν
ἄλλων ἀνθρώπων, ὑγίειαν δὲ ϲώματοϲ ἀξιολογώτατόν τι πρᾶγμα εἶναι
νομίζουϲι τῷ κατὰ φύϲιν βιοῦν ἐϲπουδακότι. τούτοιϲ οὖν εἰδὼϲ ὠφελιμώτερον
ἔϲεϲθαι τὸν ϲαφέϲτερον λόγον, ἃ γιγνώϲκουϲιν ὀνόματα γράφω,
κἂν μὴ τοῖϲ παλαιοῖϲ Ἕλληϲιν ᾖ ϲυνήθη.