τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰϲὶ γὰρ αὗταί γε
καὶ χωρὶϲ κιμοῦ δι’ ὄξουϲ ἐϲθιόμεναι καὶ γάρου μέτριον ἔδεϲμα. προϲεπιβάλλουϲι
δ’ ἔνιοι καὶ τοὔλαιον αὐταῖϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ὕδατι
προαποζεϲθῶϲι· διττῶϲ γὰρ αὐταῖϲ χρῶνται, πολλάκιϲ μὲν ὠμαῖϲ, ἐνίοτε
δ’ ἡψημέναιϲ. ἀκανθώδη δὲ λέγω φυτὰ ϲκολύμουϲ, ἀτρακτυλίδαϲ,
ἠρύγγιόν τε καὶ κνῆκον καὶ ἀτρακίδα καὶ τὴν καλουμένην λευκάκανθαν
ἔτι τε τὸ ἕτερον εἶδοϲ τοῦ χαμαιλέοντοϲ, ὧν ἔνιά τινεϲ τῶν κατὰ τούϲ
ἀγροὺϲ ἐμβάλλοντεϲ εἰϲ ἅλμην ἢ ὄξοϲ ἀποτίθενται καθάπερ καὶ τὰϲ
γογγυλίδαϲ καὶ τὰ κρόμυα τά τ’ ἀμπελόπραϲα καλούμενα καὶ πύρεθρον
ἕτερά τε τοιαῦτα.