ἑψόντων δὲ παρ’ ἡμῖν ἐν τοῖϲ ἀγροῖϲ πολλῶν ἄλευρον πυροῦ
μετὰ γάλακτοϲ ἰϲτέον καὶ τοῦτο τὸ ἔδεϲμα τῶν ἐμπλαττόντων ὑπάρχον. |
ὥϲπερ οὖν εὔχυμά τε καὶ τρόφιμα πάντ’ ἐϲτὶ τὰ τοιαῦτα τῶν
ἐδεϲμάτων, οὕτω βλάπτει τοὺϲ διηνεκῶϲ αὐτοῖϲ χρωμένουϲ ἐμφράξειϲ
τε ποιούμενα καθ’ ἧπαρ καὶ λίθουϲ ἐν νεφροῖϲ γεννῶντα. τοῦ μὲν
γὰρ ὠμοῦ χυμοῦ προϲλαβόντοϲ τὸ γλίϲχρον, ὅταν αἱ κατὰ τοὺϲ νεφροὺϲ
διέξοδοι ϲτενότεραί τιϲιν ὑπάρχωϲι φύϲει, χρονίζον αὐτόθι τὸ παχύτατόν
τε καὶ γλιϲχρότατον ἕτοιμόν ἐϲτι γεννῆϲαι πῶρον, ὁποῖοϲ τοῖϲ
ἀγγείοιϲ, ἐν οἷϲ τὸ ὕδωρ θερμαίνομεν, ἐπιτρέφεται, καὶ τοῖϲ λίθοιϲ
περιπήγνυται κατὰ πολλὰ τῶν αὐτοφυῶν ὑδάτων θερμῶν. ϲυντελεῖ 5.4.2.225
δ’ εἰϲ τοῦτο μάλιϲτα καὶ ἡ τῶν νεφρῶν αὐτῶν κρᾶϲιϲ, ὅταν οἵον πυρῶδέϲ
τε καὶ δριμὺ τὸ κατ’ αὐτοὺϲ ᾖ θερμόν.