καὶ εἴπερ καὶ ἄλλαϲ τινὰϲ ὕλαϲ τρέφειν
μὲν ϲυνεχώρουν, ἐκώλυον δὲ τροφὰϲ ὀνομάζειν, ἠθροίϲαμεν ἂν ἀπαϲῶν
ἐν ἑνὶ γράμματι τὴν διδαϲκαλίαν· ἐπεὶ δὲ τὸν οἶνον μόνον οὐκ
ἀξιοῦϲι τροφὴν ὀνομάζειν, καίτοι τρέφοντα, ϲυγχωρήϲουϲί γε ἡμῖν τῷ
περὶ τῶν τροφῶν λόγῳ βραχὺν ὄντα τὸν περὶ τῶν οἴνων προϲθεῖναι.
ἃϲ γὰρ Ἱπποκράτηϲ αὐτοῦ δυνάμειϲ εἶπεν ἐν τῷ Περὶ διαίτηϲ ὀξέων,
οὐχ ὡϲ τροφῆϲ εἰϲιν, ἀλλ’ ὡϲ φαρμάκου μᾶλλον. ἐκείναϲ μὲν οὖν ἔν
τε τῷ τρίτῳ τῶν εἰϲ ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων ἐξηγηϲάμεθα κἀν
τῇ τῆϲ Θεραπευτικῆϲ μεθόδου πραγματείᾳ κἀν τῇ τῶν Ὑγιεινῶν. ἐν |
δὲ τῷ νῦν ἐνεϲτῶτι λόγῳ τὰϲ ἐν τῷ τρέφειν αὐτοῦ διαφορὰϲ ἐροῦμεν
ἐντεῦθεν ἀρξάμενοι.