Τοῦτο τὸ ϲπέρμα πλεῖϲτον μέν ἐϲτιν ἐν Ἀϲίᾳ καὶ μάλιϲτα κατὰ
τὴν ὑπερκειμένην Περγάμου Μυϲίαν, ἔνθα καὶ τίφαι καὶ ὄλυραι πάμπολλαι
γεννῶνται. τροφὴ δ’ ἐϲτὶν ὑποζυγίων, οὐκ ἀνθρώπων, εἰ μὴ | 5.4.2.242
ποτ’ ἄρα λιμώττοντεϲ ἐϲχάτωϲ ἀναγκαϲθεῖεν ἐκ τούτου τοῦ ϲπέρματοϲ
ἀρτοποιήϲαϲθαι. χωρὶϲ δὲ λιμοῦ δι’ ὕδατοϲ ἑψηθὲν ἐϲθίεται μετ’ οἴνου
γλυκέοϲ ἢ ἑψήματοϲ ἢ οἰνομέλιτοϲ ὁμοίωϲ τῇ τίφῃ. θερμότητοϲ δ’
ἱκανῶϲ μετέχει παραπληϲίωϲ ἐκείνῃ, καίτοι γ’ οὐχ ὁμοίωϲ αὐτῇ ϲκληρὸν
ὑπάρχον. διὸ καὶ τροφὴν ἐλάττονα παρέχει τῷ ϲώματι, καὶ ἄλλωϲ
δ’ ἐϲτὶν ἀηδήϲ ὁ ἐξ αὐτοῦ γιγνόμενοϲ ἄρτοϲ, οὐ μὴν ἐπιϲχετικόϲ γαϲτρὸϲ
ἢ προτρεπτικόϲ, ἀλλ’ ἐν τῷ μέϲῳ κατά γε τοῦτο τεταγμένοϲ.