Ὅτι μὲν οὖν οὔτ’ ἐν τοῖϲ πτηνοῖϲ οὔτ’ ἐν τοῖϲ ἐνύδροιϲ ἀριθμεῖϲθαι
χρὴ τοῦτο τὸ ζῷον, ἄντικρυϲ δῆλον. εἰ δὲ μηδ’ ἐν τοῖϲ πεζοῖϲ
αὐτοῦ μνημονεύϲαιμεν, οὐδ’ ὅλωϲ ἐροῦμέν τι περὶ τῆϲ ἐκ κοχλίου
τροφῆϲ. οὐ μὴν οὐδὲ παραλιπεῖν εὔλογον, ὥϲπερ τοὺϲ ἐκ τῶν ξύλων
ϲκώληκαϲ ἐχίδναϲ τε καὶ τοὺϲ ἄλλουϲ ὄφειϲ ὅϲα τε κατ’ Αἴγυπτον καὶ
ἄλλα τινὰ τῶν ἐθνῶν ἐϲθίουϲιν· οὔτε γὰρ ἐκείνων τιϲ ἀναγνώϲεται |
ταῦτα, καὶ ἡμεῖϲ οὐκ ἄν ποτε φάγοιμέν τι τῶν ἐκείνοιϲ ἐδωδίμων.
κοχλίαϲ δ’ ὁϲημέραι πάντεϲ Ἕλληνεϲ ἐϲθίουϲιν, ἔχονταϲ μὲν ϲκληρὰν
τὴν ϲάρκα καὶ διὰ τοῦτο δύϲπεπτον, εἴ γε μὴν πεφθείη, τροφιμωτάτην.