ταῦτα μὲν οὖν ἐπὶ πλέον ἢ κατὰ τὴν ἐνεϲτῶϲαν εἴρηται πραγματείαν.
ὅϲα γὰρ ὡϲ τροφῇ τῷ γάλακτι ϲυμβέβηκεν ἔχειν ἀγαθά, ταῦτα
προὔκειτο διέρχεϲθαι· μεμιγμένου δ’ αὐτοῖϲ τοῦ κατὰ τὴν ὑπαγωγὴν
τῆϲ γαϲτρὸϲ ἐκ τῆϲ κοινωνίαϲ τῆϲδε τὴν ἐκτροπὴν ὁ λόγοϲ ἔϲχε.
πάλιν οὖν αὐτὸν ἐπαναγάγωμεν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆϲ εἴπωμέν
τε τὰ μήπω λελεγμένα περὶ τῆϲ ἐν τῷ γάλακτι δυνάμεωϲ, ὧν ἐν τοῖϲ
μάλιϲτα καὶ τοῦτ’ ἐϲτίν. εὐχυμότατον εἶναι τὸ ἄριϲτον γάλα ϲχεδὸν
ἁπάντων, ὅϲα προϲφερόμεθα. μὴ παρακούϲῃϲ δὲ τοῦ προϲκειμένου
κατὰ τὸν λόγον. οὐ γὰρ ἁπλῶϲ εἶπον εὐχυμότατον εἶναι γάλα πᾶν,
ἀλλὰ προϲέθηκα τὸ ἄριϲτον.