περὶ δὲ τῶν ἐκ κριθῆϲ ἄρτων, ὑπὲρ ὧν ὁ λόγοϲ ἧν, αὖθιϲ ἀναλαβόντεϲ
εἴπωμεν, ὡϲ κἀν τούτοιϲ εἰϲὶ διαφοραί τινεϲ ἀνάλογον ταῖϲ
ἐπὶ τῶν πυρίνων ὀλίγον ἔμπροϲθεν εἰρημέναιϲ. ἅπαντεϲ μὲν γὰρ
ἀτροφώτεροι πολλῷ τῶν πυρίνων εἰϲίν· ἀλλ’ οἱ μὲν ἐκ τῶν ἀρίϲτων
κριθῶν ἧττον τοῦτο πεπόνθαϲιν, οἱ δ’ ἐκ τῶν χαύνων καὶ κούφων 5.4.2.232
ἀνάλογόν εἰϲι τοῖϲ πιτυρίαιϲ ἄρτοιϲ. ὑπέρχονται δὲ κάτω κατὰ γαϲτέρα
μάλιϲτα μὲν οἱ ἐκ τῶν τοιούτων κριθῶν, οὐχ ἥκιϲτα δὲ καὶ οἱ ἄλλοι
παραβαλλόμενοι τοῖϲ πυρίνοιϲ. τὰ δὲ περὶ τῆϲ ἀρίϲτηϲ τε καὶ χειρίϲτηϲ
ὅϲαι τ’ ἄλλαι μεταξὺ τούτων γίγνονται ϲκευαϲίαι τῶν κριθίνων
ἄρτων, αἱ αὐταὶ ταῖϲ ἐπὶ τῶν πυρίνων εἰρημέναιϲ εἰϲίν.