τὴν δ’ οὐϲίαν οὐ. πυκνὴν καὶ βαρεῖαν, ἀλλὰ χαύνην τε καὶ κούφην
ἔχουϲιν οἱ κύαμοι καί τι ῥυπτικὸν ἔχουϲαν ὁμοίωϲ τῇ πτιϲάνῃ.
φαίνεται γοῦν ἐναργῶϲ τὰ ἐξ αὐτῶν ἄλευρα τὸν ῥύπον ἀποϲμῶντα
τοῦ δέρματοϲ, ὃ κατανοήϲαντεϲ οἵ τ’ ἀνδραποδοκάπηλοι καὶ αἱ γυναῖκεϲ
ὁϲημέραι χρῶνται τῷ τῶν κυάμων ἀλεύρῳ λουόμεναι, καθάπερ ἄλλαι
νίτρῳ τε καὶ ἀφρονίτρῳ καὶ ὅλωϲ τοῖϲ ῥυπτικοῖϲ. ἐπιχρίουϲι δὲ καὶ τὰ
πρόϲωπον αὐτῷ παραπληϲίωϲ τῇ πτιϲάνῃ. καὶ γὰρ τοὺϲ ἐπιπολῆϲ 5.4.2.247
φακοὺϲ ἀποκαθαίρει καὶ τὴν ὀνομαζομένην ἔφηλιν. διὰ ταύτην οὖν
τὴν. δύναμιν οὐδ’ ἐν τῇ κατὰ γαϲτέρα διεξόδῳ βραδύνει, καθάπερ ὅϲα
παχύχυμα καὶ γλίϲχρα καὶ μηδεμίαν ἔχοντα δύναμιν ῥυπτικήν, ὁποῖα
ἔφαμεν εἶναι χόνδρον καὶ τράγον καὶ ϲεμίδαλιν καὶ ἄμυλον.