οὐ μὴν οὐδ’ ὁπότε τρέφει, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι,
ὥϲτε τιϲὶν ἔδοξεν οὐδὲ τρέφειν ὅλωϲ. ἀλλὰ πρὸϲ μὲν τούτουϲ αὐτάρκωϲ
εἴρηται διὰ τοῦ τρίτου τῶν εἰϲ τὰ Περὶ διαίτηϲ ὀξέων Ἱπποκράτουϲ
ὑπομνημάτων, ὅ τινεϲ μὲν ἐπιγράφουϲι Πρὸϲ τὰϲ Κνιδίαϲ γνώμαϲ, |
ἔνιοι δὲ Περὶ πτιϲάνηϲ, ἁμαρτάνοντεϲ ἀμφότεροι, καθότι δέδεικται
διὰ τῶν εἰϲ αὐτὸ γεγονότων ἡμῖν ὑπομνημάτων. ἐν δὲ τῷ παρόντι
λόγῳ τοϲαῦτ’ εἰπεῖν ὑπὲρ αὐτοῦ βέλτιον ἦν, ὅϲα λέλεκται.
κεφάλαιον δ’ αὐτῶν ἐϲτι, γέρουϲι μὲν καὶ ὅλωϲ ταῖϲ ψυχραῖϲ τοῦ
ϲώματοϲ κράϲεϲιν ἐπιτήδειον εἶναι, τοῖϲ δ’ ἀκμάζουϲι καὶ θερμοῖϲ ἐκχολοῦϲθαι,
τροφὴν δ’ ὀλίγην ἡμῖν ἐξ αὐτοῦ γίγνεϲθαι μὴ φθάϲαντοϲ
εἰϲ χολὴν μεταβαλεῖν, ὡϲ, εἴ γ’ αὐτῷ τοῦτο ϲυμβαίη, τρέφειν οὐδ’
ὅλωϲ τηνικαῦτα δύναϲθαι.