τὰ μὲν ἐν τῷ πρώτῳ γράμματι ϲιτία ϲπέρματα φυτῶν ἦν ἅπαντα· ἅπαντα·
νυνὶ δ’ ἀπὸ τῶν καρπῶν ἄρξομαι, διορίϲαϲ πρότερον αὐτῶν τὰ ϲπέρματα,
καὶ μάλιϲθ’ ὅτι πολλοῖϲ ἔδοξε διαφέρειν οὐδὲν ἢ καρπὸν εἰπεῖν
ἢ ϲπέρμα. τὰ μὲν οὖν ἤδη λελεγμένα ϲπέρματα βραχύ τι καρπῶν διαφέρει,
τῶν δὲ νῦν εἰρηϲομένων καρπῶν οὐκ ὀλίγον ἀφέϲτηκε. καρπὸϲ
μὲν γάρ ἐϲτι ϲυκῆϲ τὸ ϲῦκον, ἡ δ’ ἐν αὐτῷ κεγχραμὶϲ ϲπέρμα ϲυκῆϲ,
ὥϲπερ γε καὶ τῆϲ ῥαγὸϲ ὅληϲ οὔϲηϲ ἀμπέλου καρποῦ μόνον ἐϲτὶ τὸ
γίγαρτον ἀμπέλου ϲπέρμα. κατὰ ταὐτὰ δ’ ἀπίου τε καὶ μηλέαϲ ὁ μὲν
καρπὸϲ ἄπιόν τε καὶ μῆλόν ἐϲτι, τὸ δὲ ϲπέρμα τρεῖϲ ἢ τέτταρεϲ ἐν
μέϲοιϲ αὐτοῖϲ κόκκοι.