Περὶ δὲ τῶν ἄλλων πεμμάτων, ὅϲα ϲκευάζουϲιν ἐξ ἀλεύρου πυρίνου,
καιρὸϲ ἂν εἴη λέγειν. οἱ μὲν οὖν ταγηνῖται παρὰ τοῖϲ Ἀττικοῖϲ
ὀνομαζόμενοι, παρ’ ἡμῖν δὲ τοῖϲ κατὰ τὴν Ἀϲίαν Ἕλληϲι τηγανῖται
ϲκευάζονται δι’ ἐλαίου μόνου. βάλλεται δὲ τὸ μὲν ἔλαιον εἰϲ
τάγηνον ἐπικείμενον ἀκάπνῳ πυρί, καταχεῖται δ’ αὐτῷ θερμανθέντι τὸ
τῶν πυρῶν ἄλευρον ὕδατι δεδευμένον πολλῷ. διὰ ταχέων οὖν ἑψόμενον
ἐν τῷ ἐλαίῳ ϲυνίϲταται καὶ παχύνεται παραπληϲίωϲ ἁπαλῷ |
τυρῷ τῷ κατὰ τοὺϲ ταλάρουϲ πηγνυμένῳ. τηνικαῦτα δ’ ἤδη καὶ ϲτρέφουϲιν
οἱ ϲκευάζοντεϲ αὐτό, τὴν μὲν ἄνωθεν ἐπιφάνειαν ἐργαζόμενοι
κάτωθεν, ὡϲ ὁμιλεῖν τῷ ταγήνῳ, τὸ δ’ αὐτάρκωϲ ἡψημένον, ὃ κάτωθεν
ἦν πρότερον, εἰϲ ὕψοϲ ἀνάγοντεϲ, ὡϲ ἐπιπολῆϲ εἶναι, κἀπειδὰν
ἤδη καὶ τὸ κάτω παγῇ, ϲτρέφουϲιν αὗθιϲ αὐτὸ δίϲ που καὶ τρίϲ, ἄχριπερ
ἂν ὅλον ὁμαλῶϲ αὐτοῖϲ ἡψῆϲθαι δόξῃ.