ἔϲτι δ’ ἐν αὐτοῖϲ οὐ ϲμικρὰ διαφορά· τινὲϲ μὲν γὰρ ξηροί τ’|
εἰϲὶ καὶ ϲτύφοντεϲ ὥϲπερ οἱ Αἰγύπτιοι, τινὲϲ δὲ μαλακοὶ καὶ ὑγροὶ καὶ
γλυκεῖϲ ὥϲπερ οἱ καλούμενοι καρυωτοί, κάλλιϲτοι δ’ οὗτοι γεννῶνται
κατὰ τὴν Παλαιϲτίνην Ϲυρίαν ἐν Ἱεριχοῦντι· μεταξὺ δ’ ἀμφοτέρων
τῶν εἰρημένων γενῶν οἱ ἄλλοι πάντεϲ εἰϲὶ φοίνικεϲ, οἱ μὲν μᾶλλον,
οἱ δ’ ἧττον ὄντεϲ ὑγροί τε καὶ ξηροὶ καὶ γλυκεῖϲ καὶ ϲτύφοντεϲ. ἀλλὰ
τῶν ἄκρων ἀφοριϲθέντων εὐφώρατον ἤδη ϲοι τὸ μέϲον ἔϲται πᾶν.
οὐδεὶϲ γοῦν αὐτῶν ἐϲτιν, ὃϲ οὐ γλυκύτητά τινα καὶ ϲτῦψιν ἔχει· καὶ
γὰρ τῷ καρυωτῷ μέτεϲτι βραχείαϲ ϲτύψεωϲ καὶ τῷ θηβαϊκῷ γλυκύτητοϲ
ἀμυδρᾶϲ. ἀλλ’ ὁ μὲν γλυκὺϲ χυμὸϲ ἐδείχθη τρόφιμοϲ, ὁ δ’ αὐϲτηρὸϲ
εὐϲτόμαχόϲ τε καὶ γαϲτρὸϲ ἐφεκτικόϲ.