πρόδηλον δ’ ὅτι καὶ ἡ τῶν ἐντέρων οὐϲία περιλαμβάνεται κατὰ
τὸν λόγον. οὕτω γέ τοι καὶ τοὺϲ προγάϲτοραϲ καὶ μεγαλοκοίλουϲ
ὀνομάζουϲιν οἱ ἄνθρωποι. τινὰ δ’ ὑπάγει τὴν γαϲτέρα μεμειγμέναϲ
ἐν ἑαυτοῖϲ ἔχοντα φαρμακώδειϲ δυνάμειϲ ὁμοίαϲ τῇ κατὰ τὴν ϲκαμμωνίαν
τε καὶ τὴν κολοκυνθίδα καὶ τὸν ἐλλέβορον ὅϲα τ’ ἄλλα τοιαῦτα·
μικτὴ γὰρ τῶν τοιούτων ἐϲτὶν ἡ φύϲιϲ ἐξ ἐδέϲματόϲ τε καὶ
φαρμάκου, καθάπερ εἰ καὐτὸϲ ἐμβάλοιϲ τῷ χυλῷ τῆϲ πτιϲάνηϲ ὀλίγον
τι τοῦ τῆϲ ϲκαμμωνίαϲ ὀποῦ· λαθὼν γὰρ οὕτω τὴν αἴϲθηϲιν οὐ λήϲεται
κατὰ τὴν ἐνέργειαν, ἀλλ’ ὑπάξει ϲαφῶϲ τὴν γαϲτέρα.