μέμνηται δὲ ζειᾶϲ καὶ Θεόφραϲτοϲ ἐν τῷ ἑβδόμῳ Περὶ φυτῶν
ὡδέ πωϲ λέγων· τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶϲ, τίφης,
ὀλύραϲ, βρόμου, αἰγίλωποϲ, ἰϲχυρότατον καὶ μάλιϲτα καρπιζόμενον
ἡ ζειά· καὶ 〈γάρ〉 βαθύρριζον καὶ πολύρριζον καὶ πολυκάλαμον καὶ
παχυκάλαμον· ὁ δὲ καρπὸϲ κουφότατοϲ καὶ προϲφιλήϲ πᾶϲι τοῖϲ ζώοιϲ.
καὶ πάλιν ἐφεξῆϲ· ἡ δὲ τίφη πάντων κουφότατον· καὶ γὰρ μονοκάλαμον 5.4.2.238
καὶ λεπτοκάλαμον, διὸ καὶ χώραν ζητεῖ λεπτήν, οὐχ ὥϲπερ
ἢ ζειὰ πίειραν καὶ ἀγαθήν. εἴτα τούτοιϲ ἐφεξῆϲ ϲυνάπτων τάδε γράφει·
ἔϲτι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖϲ πυροῖϲ, ἣ τε ζειὰ καὶ ἡ τίφη.
Θεόφραϲτοϲ μὲν οὖν ταῦτα περὶ ζειᾶϲ ἔγραψεν.