διὰ ταῦτα τοιγαροῦν οὐδ’ ὅπερ ἀγαθὸν
ἐπικτᾶται τὰ παχύχυμα τῶν ἐδεϲμάτων δριμείαιϲ καὶ λεπτυντικαῖϲ
καταμιγνύμενα δυνάμεϲιν, οὐδὲ τοῦτ’ ἴϲχει βλάβηϲ χωρίϲ. μείζων γὰρ
ἡ ἐκ τῆϲ κακοχυμίαϲ αὐτῷ καὶ τῆϲ καυϲώδουϲ θερμότητοϲ ἐγγίγνεται
βλάβη τῆϲ ἐκ τοῦ λεπτυνθῆναι τὸ πάχοϲ ὠφελείαϲ, ὅπου γε οὐδὲ
πρὸϲ τὴν τῶν ἐν νεφροῖϲ λίθων γένεϲιν ἧττόν ἐϲτι βλαβερὸϲ ὁ τοιοῦτοϲ
χυμόϲ· ἐδείχθηϲαν γὰρ οὗτοι γεννώμενοι κατ’ ἐκεῖνα τῶν ϲωμάτων,
ἐν οἷϲ ἂν ϲυνέλθῃ πάχοϲ χυμῶν πυρώδει θερμότητι. φευκτέον
οὖν ἐν τοῖϲ μάλιϲτα τὸν τοιοῦτον τυρόνm ὡϲ μηδὲν ὅλωϲ ἀγαθὸν
ἔχοντα μήτ’ εἰϲ πέψιν μήτ’ εἰϲ ἀνάδοϲιν ἢ οὔρηϲιν ἢ ὑπαγωγὴν
γαϲτρὸϲ ὥϲπερ γε μηδ’ εἰϲ εὐχυμίαν.