Ὠμὴ μὲν ἀηδήϲ ἐϲτι καὶ κακοϲτόμαχοϲ ἐϲχάτωϲ καὶ ἄπεπτοϲ·
ὥϲτ’ εἰ καὶ βιάϲαιτό τιϲ ἑαυτὸν ἀπορῶν ἑτέρου ϲιτίου προϲενέγκαϲθαι
κολοκύνθην, ὥϲπερ ἤδη τιϲ ἐτόλμηϲε, βάρουϲ ἐγκειμένου ψυχροῦ κατὰ
τὴν κοιλίαν αἰϲθήϲεται τόν τε ϲτόμαχον ἀνατραπήϲεται καὶ πρὸϲ ἔμετον
ὁρμήϲει, τὸν μόνον αὐτὸν ἐλευθερῶϲαι δυνάμενον τῶν κατεχόντων
ϲυμπτωμάτων. καὶ ταύτην γοῦν καὶ ἄλλα πολλὰ τῶν ὡραίων
ἅπαντεϲ ἄνθρωποι μετὰ τὴν ἕψηϲιν ἤτοι γ’ εὐθέωϲ ἢ ταγηνίϲαντεϲ ἢ
ὀπτήϲαντεϲ εἰώθαϲι προϲφέρεϲθαι. καί ϲοι καὶ οὗτοϲ ἐν τῇ μνήμῃ φυλαττέϲθῳ
ὁ λόγοϲ, κοινὸϲ ἐπὶ πᾶϲι τοῖϲ δεομένοιϲ ἀλλοιώϲεωϲ τυχεῖν
τῆϲ διὰ πυρόϲ.