τῶν μὲν οὖν ἐμπειρικῶν ἴϲωϲ ἄν τιϲ καταφρονήϲειεν ἔργον
καὶ ϲπούδαϲμα πεποιημένων φιλοτίμωϲ ἀντιλέγειν τοῖϲ εὑριϲκομένοιϲ
διὰ τοῦ λόγου· Διοκλῆϲ δὲ καίτοι δογματικὸϲ ὢν οὕτω κατὰ λέξιν
ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρχον Ὑγιεινῶν· οἱ μὲν οὖν 5.4.2.203
ὑπολαμβάνοντεϲ τὰ τοὺϲ ὁμοίουϲ ἔχοντα χυλοὺϲ ἢ ὀϲμὰϲ ἢ θερμότηταϲ
ἢ ἄλλο τι τῶν τοιούτων πάντα τὰϲ αὐτάϲ ἔχειν δυνάμειϲ οὐ καλῶϲ
οἴονται· πολλὰ γὰρ ἀπὸ τῶν οὕτωϲ ὁμοίων ἀνόμοια δείξειεν ἂν
τιϲ γιγνόμενα. οὐδὲ δὴ τῶν διαχωρητικῶν ἢ οὐρητικῶν ἢ ἄλλην τινὰ
δύναμιν ἐχόντων ὑποληπτέον ἕκαϲτον εἶναι τοιοῦτον, διότι θερμὸν ἢ
ψυχρὸν ἢ ἁλμυρόν ἐϲτιν, ἐπείπερ οὐ πάντα τὰ γλυκέα καὶ δριμέα καὶ
ἁλμυρὰ καὶ τὰ λοιπὰ τῶν τοιούτων τὰϲ αὐτὰϲ ἔχει δυνάμειϲ, ἀλλὰ
τὴν ὅλην φύϲιν αἰτίαν εἶναι νομιϲτέον τούτου, ὁτιδηποτοῦν ἀπ’ αὐτῶν |
ἑκάϲτου ϲυμβαίνειν εἴωθεν. οὕτω γὰρ ἂν ἥκιϲτα διαμαρτάνοι τιϲ τῆϲ
ἀληθείαϲ.