Ϲῦκα καὶ ϲταφυλαὶ τῆϲ ὀπώραϲ ὥϲπερ κεφάλαιόν εἰϲι· καὶ γὰρ
τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων ταῦτα καὶ ἥκιϲτ’ ἐϲτὶ κακόχυμα,
καὶ μάλιϲθ’ ὅταν ἀκριβῶϲ ᾗ πέπειρα. τοῦ μὲν οὖν τρέφειν αὐτὰ μέγιϲτον
ϲημεῖον οἱ φυλάττοντεϲ τὸν καρπὸν τῶν ἀμπέλων, ἐϲθίοντεϲ μὲν ἐν 5.4.2.276
δύο μηϲὶν οἷϲ φυλάττουϲιν ἢ μόνα διὰ παντὸϲ τὰ ϲῦκα μετὰ τῶν
ϲταφυλῶν ἤ που καὶ βραχύ τι παρεντιθέντεϲ ἄρτου, πιαινόμενοι δ’|
ἱκανῶϲ· οὐ μὴν ἰϲχυρά γε καὶ πυκνὴ ϲάρξ ἐϲτιν ἡ ἐξ αὐτῶν γεννωμένη,
καθάπερ ἡ ἐκ τῶν κρεῶν, ἀλλὰ χαύνη καὶ πλαδαρά, διὸ καὶ ταχέωϲ
προϲϲτέλλεται παυϲαμένων τῆϲ ἐδωδῆϲ.