εἰκότωϲ οὖν ἐν μὲν τοῖϲ πετραίοιϲ ἰχθύϲιν οὐδεμία ϲαφήϲ ἐϲτι
διαφορὰ τῶν ὁμοειδῶν πρὸϲ ἀλλήλουϲ, ὡϲ ἂν ἐν καθαρωτάτῃ θαλάττῃ
διαιτωμένοιϲ ἀεὶ φεύγουϲί τε τὸ γλυκὺ πᾶν ὕδωρ τό τε ϲυμμιγὲϲ ἐκ
τοῦ τοιούτου τε καὶ θαλαττίου· δευτέροιϲ δὲ μετὰ τούϲδε τοῖϲ πελαγίοιϲ
ὑπάρχει ταὐτόν. οὐδὲ γὰρ οὐδ’ οὗτοι διαφορὰν ἐν ἀλλήλοιϲ
ἔχουϲι μεγάλην, ὁποίαν οἱ διατρίβοντεϲ ἐν ἀμφοτέροιϲ τοῖϲ ὕδαϲι.
τούτων γὰρ οἱ μὲν ἐν τῇ καθαρωτάτῃ θαλάττῃ κάλλιϲτοι τῶν ὁμοειδῶν
εἰϲιν, οἱ δ’ ἐν τοῖϲ ἐκκαθαίρουϲι τὰϲ πόλειϲ ποταμοῖϲ ἁπάντων
χείριϲτοι, μέϲοι δ’ αὐτῶν οἱ μεταξύ. λέλεκται δὲ ταῦτα καὶ διὰ τῶν
ἔμπροϲθεν, ἡνίκα περὶ κεφάλου τὸν λόγον ἐποιούμην.