ἔϲτι δὲ ϲκληρὸϲ καὶ γεώδηϲ τὴν οὐϲίαν, ὥϲτ’ ἀνάγκη
δύϲπεπτόν τ’ αὐτὸν εἶναι καὶ παχὺν γεννᾶν χυμόν, ἐξ οὗ μὴ καλῶϲ
ἐν ταῖϲ φλεψὶ κατεργαϲθέντοϲ ὁ καλούμενοϲ ἰδίωϲ ὠμὸϲ ἀθροίζεται
χυμόϲ. ἐπεὶ δὲ κατὰ τὴν ϲκευαϲίαν ἀποτιθέμενοϲ ὅϲον εἲχε φύϲει 5.4.2.250
πικρὸν ὅμοιοϲ γίγνεται τοῖϲ ἀποίοιϲ ὡϲ πρὸϲ αἴϲθηϲιν, εὔλογόν ἐϲτιν
μήτ’ εἰϲ διαχώρηϲιν ἐπιτήδειον ὑπάρχειν αὐτὸν μήτ’ εἰϲ ἐπίϲχεϲιν
ῥεούϲηϲ γαϲτρόϲ, ὡϲ τὰ ϲτύφοντα, βραδυπόρον δὲ καὶ δυϲυποβίβαϲτον
καὶ δυϲδιέξοδον εἰκότωϲ γίγνεϲθαι. καλοῦϲι γὰρ οὕτωϲ οἱ ἰατροὶ τὰ
τοιαῦτα τῶν ἐδεϲμάτων, ὅϲα μηδεμίαν ἐξέχουϲαν ἔχει ποιότητα τὴν
παροξύνειν εἰϲ ἔκκριϲιν τὴν κοιλίαν ἢ κωλύειν ἐκκρίνειν δυναμένην.