ἀμείνουϲ δ’ ἐν ταῖϲ ϲταφίϲιν εἰϲὶν αἱ λιπαρώτεραί τε καὶ τὸν οἷον
φλοιὸν ἔχουϲαι λεπτόν. ἔνιοι δὲ καλῶϲ ποιοῦντεϲ ἐκ τῶν γλυκειῶν
τῶν μεγάλων, οἷαιπέρ εἰϲιν αἱ Ϲκυβελίτιδεϲ, πρὶν ἐϲθίειν ἐξαιροῦϲι τὰ
γίγαρτα. χρονιϲθεῖϲαι δ’ οὖν καὶ αὗται ϲκληρὸν ἔχουϲι καὶ παχὺ τὸ
δέρμα, καὶ χρὴ προδιαβρέχειν αὐτὰϲ ἐν ὕδατι· καὶ γὰρ καὶ τὸ γίγαρτον
ἑτοιμότερον οὕτωϲ ἐξαιρεῖται. ἔμπαλιν δὲ ταύταιϲ ἕτεραί τινέϲ εἰϲιν
αὐϲτηραὶ καὶ βραχεῖαι, γίγαρτον ὅλωϲ οὐδὲν ἔχουϲαι. γεννῶνται δ’
αὗται μὲν ἐν Κιλικίᾳ, τὴν χρόαν ὑπόξανθοι, κατὰ δὲ τὴν Παμφυλίαν
αἵ τε Ϲκυβελίτιδεϲ καὶ 〈αἱ〉 μέλαιναι τὸ χρῶμα. μέγιϲται μὲν οὖν, ὡϲ
ἔφην, αὗται, ϲμικρόταται δ’ αἱ κιρραὶ ἐν Κιλικίᾳ, γεννωμένων γε καὶ
ἄλλων ἐν Κιλικίᾳ γλυκειῶν θ’ ἅμα καὶ μελαινῶν ϲταφίδων μέϲων τὸ
μέγεθοϲ, ὥϲπερ καὶ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν, καὶ μάλιϲτ’ ἐν τῇ |
Λιβύῃ.