τὸ μὲν οὖν τῶν μόρων ὄνομα γνώριμόν πώς ἐστι τοῖς πολλοῖς, |
εἰ καὶ διὰ μηδὲν ἄλλο, διὰ γοῦν τὸ στοματικὸν φάρμακον, ὃ διὰ μόρων
ὀνομάζεται, χυλὀν ἔχον αὐτῶν· ἐίας δὲ τῶν ἐφεξῆς εἰρησομένων
ὀπωρῶν ἀγνοοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων ὅπως ὠνόμαζον οἱ πρὸ
ἑξακοσίων ἐτῶν Ἀθηαῖοι. τοὺς μὲν γὰρ νῦν ὁρῶσιν οὐδέν τι διαφορώτερον
τῶν ἄλλων Ἑλλήνων ἕκαστον τῶν καρπῶν ὀνομάζοντας,
ἀλλὰ καὶ τὰ μόρα συκάμινα καλοῦντας οὐδὲν ἦττον ἢ μόρα καὶ τὰ
περσικὰ καὶ τὰ κάρυα καὶ τὰ πραικόκκια καὶ τἄλλ’ ἀπλῶς, ὡς ἔθος
ἐστὶ τοῖς ἄλλοις Ἓλλησιν. οὐδὲ γὰρ οὐδὲ βλαβήϲονταί τι, εἰ τὰς παλαιὰς
προσηγορίας ἀγνοοῦντες γιγνώσκουσι τὰς δυνάμεις αὐτῶν. ἄμεινον γάρ
ἐστιν ἐπίστασθαι τῶν ἐπὶ τὴν διαχώρησιν ὁρμώντων ἐδεσμάτων ὕστερα
μὲν χρἥναι τὰ βραδυπόρα λαμβάνειν, ἁπάντων δὲ πρῶτα τὰ διεξερχόμενα
μὲν ταχέως, διαφθειρόμενα δ’, εἰ χρονίσειεν ἐν τῇ γαστρί τοῦ
τὰς προσηγορίας αὐτῶν ἐγνωκέναι.