κοινὸϲ δ’ οὗτοϲ ὁ λόγοϲ ἔϲτω ϲοι καὶ τῶν ἄλλων, ὅϲοι γε κατά
τε ποταμοὺϲ καὶ λίμναϲ καὶ θάλατταν ἰχθύεϲ γεννῶνται. τὸ γὰρ πολὺ
πλῆθοϲ αὐτῶν οὐκ ἐπαμφοτερίζει, τῶν μὲν θαλαττίων φευγόντων τὸ |
ποτάμιον ὕδωρ, τῶν δὲ ποταμίων ἢ λιμναίων τὸ θαλάττιον. ἀλλ’ ὅ
γε κέφαλοϲ ἁπάντων μάλιϲτα τοῖϲ ὕδαϲιν ἀμφοτέροιϲ χρῆται, καὶ φύϲιν
δ’ ἔχει πρὸϲ ἄναντεϲ τὸ ῥεῦμα τοῦ ποταμοῦ χωρεῖν ἐπὶ πλεῖϲτον
ἀφιϲτάμενοϲ τῆϲ θαλάττηϲ. οὗτοϲ μὲν οὖν ὁ κέφαλοϲ τὰϲ πολλὰϲ καὶ
μικρὰϲ ἀκάνθαϲ οὐκ ἔχει, καθάπερ οὐδ’ ἄλλοϲ τιϲ τῶν θαλαττίων· ὁ
δ’ ἐκ ποταμῶν ἢ λιμνῶν ἐπεμβαίνων θαλάττῃ παραπληϲίωϲ τοῖϲ ὁμογενέϲι
μεϲτὸϲ τῶν τοιούτων ἀκανθῶν ἐϲτι.