κατὰ δὲ τὴν ἐν τῇ γεύϲει διάγνωϲιν ἁπάντων μὲν ἄριϲτοϲ ὁ
μηδεμίαν ἰϲχυρὰν ἔχων ποιότητα, βραχὺ δέ τι τῶν ἄλλων ὑπερέχουϲαν
τὴν γλυκύτητα, βελτίων δὲ καὶ ὁ ἡδίων τοῦ ἀηδοῦϲ καὶ ὁ ϲυμμέτρωϲ
ἁλῶν ἔχων τοῦ παμπόλλουϲ ἢ μηδ’ ὅλωϲ ἔχοντοϲ. μετά γε μὴν
τὸ προϲενέγκαϲθαι τὸν οὕτω κριθέντα καὶ διὰ τῆϲ ἐρυγῆϲ ἔνεϲτι γνωρίζειν,
ὁποῖοϲ αὐτῶν ἐϲτιν ἀμείνων τε καὶ χείρων. ὁ μὲν γὰρ κατὰ
βραχὺ μαραινομένην ἴϲχων τὴν ποιότητα βελτίων, ὁ δὲ παραμένουϲαν
οὐκ ἀγαθόϲ· εὔδηλοϲ γὰρ οὗτόϲ ἐϲτι δυϲμετάβλητόϲ τε καὶ δυϲαλλοίωτοϲ
ὤν, ὥϲτε καὶ δύϲπεπτοϲ· ἀλλοίωϲιϲ γὰρ ἐξ ἀνάγκηϲ ἕπεται πεττομέναιϲ
ταῖϲ τροφαῖϲ ἀπαϲῶν ὧν ἔμπροϲθεν εἶχον ποιοτήτων.