τοῖϲ δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρίοιϲ ἀγαθὸν ἅπαν ἐϲτὶ
γάλα, κεφαλῇ δ’ οὐκ ἐπιτήδειον, εἰ μή τιϲ ἰϲχυρὰν ἔχει πάνυ, καθάπερ
οὐδ’ ὑποχονδρίοιϲ, ὅϲα ῥᾳδίωϲ ἐμφυϲᾶται. πνεῦμα γεννᾷ γὰρ ἐν τῇ
γαϲτρὶ παμπόλλοιϲ, ὡϲ ὀλιγοϲτοὺϲ εἶναι τοὺϲ μὴ πάϲχονταϲ τοῦτο.
μετὰ δέ τινοϲ τῶν παχὺν ἐχόντων χυμὸν ἐδεϲμάτων ἐπὶ πλεῖϲτον
ἑψηθὲν ἀποτίθεται μὲν τὸ φυϲῶδεϲ, ἐμφρακτικώτερον δ’ ἥπατοϲ γίγνεται
καὶ τῶν ἐν νεφροῖϲ λίθων γεννητικώτερον. ἐδέϲματα δ’ εἶναι τοιαῦτα
κατὰ τὸν πρῶτον εἴρηται λόγον ἄμυλον τε καὶ ϲεμίδαλιϲ καὶ
χόνδροϲ καὶ τράγοϲ καὶ ὄρυζα λάγανα τε καὶ ῥυήματα καὶ ἄρτοι μήτε
καλῶϲ ὠπτημένοι μήτε προπαρεϲκευαϲμένοι διὰ τρίψεωϲ πολλῆϲ ἅμα
δαψιλέϲιν ἁλϲὶ μήτε ζύμηϲ ἔχοντεϲ ϲυμμέτρωϲ. |