αὕτη καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ ἐπιτήδειοϲ ἡ ϲκευαϲία, τοῖϲ δ’ ἀμέμπτωϲ
ὑγιαίνουϲι καὶ ἡ διὰ τοῦ ταγήνου καὶ μετ’ αὐτὴν ἡ τῶν ἐπὶ
τῆϲ ἐϲχάραϲ ὀπτηθέντων. ἀλλ’ αὕτη μὲν ἐλαίου καὶ γάρου δεῖται μετὰ
βραχέοϲ οἴνου, τοῖϲ ταγηνιϲθεῖϲι δ’ ἁρμόττει πλέον ἢ κατὰ τούτουϲ
ἔχειν οἴνου τε καὶ γάρου, βραχέοϲ ἐπιχυθέντοϲ ἐλαίου. τοῖϲ δ’ ἀνατρεπομένοιϲ
ἐπὶ τῷδε τὸν ϲτόμαχον ἕτοιμον ἔϲτω παρακείμενον ὄξοϲ
ἔχον ὀλίγον ἐν ἑαυτῷ γάρου τε καὶ πεπέρεωϲ. μεταβαίνοντεϲ γὰρ ἐπὶ
τὴν διὰ τούτων ἐδωδὴν ἄμεινόν τε πέττουϲι καὶ πρὸϲ τὴν διαχώρηϲιν
οὐδὲν βλάπτονται, δι’ ἣν μάλιϲτά τινεϲ ἐξ οἴνου καὶ γάρου ταγηνιϲθέντα
προϲφέρονται, πεπέρεωϲ μὲν ἐπεμβάλλοντεϲ οἱ πλείουϲ, ὀλίγοι
δ’ ἐλαίου.