χειρίϲτη δὲ ϲκευαϲία πτιϲάνηϲ ἐϲτιν, ὅταν οἱ μάγειροι τρίψαντεϲ
αὐτὴν ὠμὴν ἐν θυίᾳ μεθ’ ὕδατοϲ, εἷθ’ ἑψήϲαντεϲ ἐπ’ ὀλίγον ἐμβάλλωϲι
τὸ καλούμενον ἕψημά τε καὶ ϲίραιον· ἔνιοι δὲ καὶ μέλι καὶ κύμινον
ἅμα τούτοιϲ ἐπεμβάλλουϲι, κυκεῶνα μᾶλλον ἢ πτιϲάνην παραϲκευάζοντεϲ.
ἀλλ’ ἥ γε καλῶϲ ϲκευαϲθεῖϲα τὰϲ ὑφ’ Ἱπποκράτουϲ εἰρημέναϲ
παρέχεται χρείαϲ ὑγιαίνουϲί τε καὶ νοϲοῦϲιν ἀνθρώποιϲ. τὸ γάρ γλίχραϲμα,
φηϲίν, αὐτῆϲ λεῖον καὶ ξυνεχὲϲ καὶ προϲηνέϲ ἐϲτι καὶ ὀλιϲθηρὸν
καὶ πλαδαρὸν μετρίωϲ καὶ ἄδιψον καὶ εὐέκκριτον, εἴ τι καὶ
τούτου προϲδέοι, καὶ οὔτε ϲτύψιν ἔχον οὔτε ἄραδον κακόν οὔτε άνοιδίϲκεται
ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήϲει, ὅϲον πλεῖϲτον ἐπεφύκει
διογκοῦϲθαι.