περὶ δὲ τῆϲ κηπευομένηϲ θριδακίνηϲ τῆϲ ἅπαϲι ϲυνήθωϲ ἐϲθιομένηϲ
τε καὶ καλουμένηϲ θρίδακοϲ ἐν κεφαλαίῳ πάλιν ἀναλαβὼν ἐρῶ
μνήμηϲ ἕνεκεν. ὡϲ ὑγρὸν μὲν ἔχει καὶ ψυχρὸν τὸν χυλόν, οὐ μὴν |
κακόχυμόϲ γ’ ἐϲτί. διὰ τοῦτ’ οὖν οὐδ’ ἀπεπτεῖται τοῖϲ ἄλλοιϲ λαχάνοιϲ
ὁμοίωϲ οὐδ’ ἐπέχει τὴν διαχώρηϲιν, ὥϲπερ οὐδὲ προτρέπει. καὶ τοῦτ’
εἰκότωϲ αὐτῇ ϲυμβέβηκε μήτ’ αὐϲτηρὸν ἐχούϲῃ τι μήτε ϲτρυφνόν, ὑφ’
ὧν ἴϲχεται τοὐπίπαν ἡ γαϲτήρ, ὥϲπερ ὑπὸ τῶν ἁλυκῶν τε καὶ δριμέων 5.4.2.310
καὶ ὅλωϲ ῥυπτικὸν ἐχόντων τι προτρέπεται πρὸϲ ἔκκριϲιν, ὧν
οὐδ’ αὐτῶν ὑπάρχει τι τῇ θριδακίνη.