καὶ γὰρ καὶ ἡ ϲχίϲιϲ καλουμένη τοῦτ’ ἐργάζεται χωρὶϲ τῆϲ πυτίαϲ,
ὅταν ἱκανῶϲ προθερμήναντεϲ τὸ γάλα καταρράνωμεν ὀξυμέλιτι ψυχρῷ.
ταὐτὸν δ’ ἐργαζόμεθα καὶ δι’ οἰνομέλιτοϲ, ἐνίοτε δὲ καὶ χωρὶϲ τοῦ
καταρρᾶναι τὴν οὐϲίαν αὐτοῦ καθιέντεϲ ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον
ἐργαζόμεθα τὴν ϲχίϲιν. ἄνευ δὲ πυτίαϲ καὶ τὸ μετὰ τὴν ἀποκύηϲιν
ἀμελχθὲν αὐτίκα πήγνυται πυρωθὲν ἐπὶ θερμῆϲ ϲποδιᾶϲ ὀλίγῳ χρόνῳ.
καλεῖν δ’ ἐοίκαϲιν οἱ παλαιοὶ κωμικοὶ τὸ οὕτω παγὲν γάλα πυριάτην·
οἱ δὲ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ πυρίεφθον ὀνομάζουϲιν αὐτό. τοῦτο
μὲν οὖν ἀκριβῶϲ ἐϲτι γάλα χωρὶϲ οὐϲίαϲ ἑτέραϲ.|