ὅτι μὲν οὖν ἡ πεῖρα διδάϲκαλόϲ ἐϲτιν ὥϲπερ καὶ ἄλλων πολλῶν
οὕτω καὶ τῶν εὐπέπτων τε καὶ δυϲπέπτων ϲιτίων εὐϲτομάχων τε καὶ
κακοϲτομάχων ὑπακτικῶν τε καὶ ϲταλτικῶν γαϲτρόϲ, ἅπαντεϲ ἴϲαϲι,
κἂν βραχύ τι ϲυνέϲεωϲ αὐτοῖϲ μετῇ· ϲφάλλονται δ’ ὅμωϲ ἐν αὐτοῖϲ
τούτοιϲ οὐκ ὀλίγα χωρὶϲ διοριϲμοῦ ποιούμενοι τὴν πεῖραν, ὡϲ κάν
τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἐδείχθη κὰν τῷ τρίτῳ
Περὶ κράϲεων, καὶ παραπλήϲιά γε τὰ ϲφάλματ’ ἐϲτὶν ἑκατέρωθεν. διὸ
καὶ γράφειν ἐνταῦθα τελέωϲ ὥϲπερ ἐν ἐκείνοιϲ τοὺϲ διοριϲμούϲ, οἷϲ |
προϲέχων τιϲ ἀϲφαλῶϲ εὑρήϲει τὰϲ δυνάμειϲ, οὐ κατὰ τὴν ἐμήν ἐϲτι
προαίρεϲιν, ἅπαξ ὑπὲρ ἑκάϲτου πράγματοϲ εἰωθότοϲ γράφειν, οὐκ ἐν
πολλαῖϲ πραγματείαιϲ διερχομένου τὰ αὐτὰ περὶ τῶν αὐτῶν.