κοινὸν δ’ ἐπὶ πᾶϲι τοῖϲ πτηνοῖϲ ζῴοιϲ, ὥϲπερ καὶ τοῖϲ τετράποϲι,
γιγνώϲκειν χρή, τὴν τῶν ἔτ’ αὐξανομένων ϲάρκα πολὺ βελτίονα τῆϲ
τῶν παρακμαζόντων εἶναι, μέϲην δ’ ἀμφοῖν τὴν τῶν ἀκμαζόντων,
μοχθηρὰν δὲ καὶ τὴν τῶν πάνυ νηπίων, ἀλλ’ ὑπεναντίωϲ τῇ τῶν γεγηρακότων·
ἡ μὲν γὰρ τούτων ϲκληρὰ καὶ ξηρὰ καὶ νευρώδηϲ ἐϲτὶ
καὶ διὰ τοῦτο καὶ πεφθῆναι μοχθηρὰ καὶ τροφὴν ὀλίγην δίδωϲι τῷ
ϲώματι, τὰ δὲ τῶν παντάπαϲι νέων ζῷων ϲώματα βλεννώδη τ’ ἐϲτὶ 5.4.2.357
καὶ ὑγρὰ καὶ δι’ αὐτό γε τοῦτο περιττωματικὰ ῥᾷόν θ’ ὑπέρχεται
κατὰ γαϲτέρα. ταῦτά μοι μέμνηϲο περὶ πάντων ζῴων κοινῇ* καὶ γὰρ
ὑπάρχει πᾶϲιν αὐτοῖϲ ὁμοίωϲ ἐν ταῖϲ κατὰ τὴν ἡλικίαν διαφοραῖϲ.