Ἴϲμεν δήπου καὶ τοῦτο τὸ ϲπέρμα πολύχρηϲτον εἶναι κατὰ θάτερον
ϲημαινόμενον τῆϲ πολύχρηϲτον φωνῆϲ· ὀνομάζεται γὰρ οὕτω τό
τε πολλαῖϲ τοῦ ϲώματοϲ ἁρμόττον διαθέϲεϲι τό τε πᾶϲιν ἀνθρώποιϲ
ἡ τοῖϲ πλείϲτοιϲ χρήϲιμον, εἰ καὶ πρὸϲ μίαν ἰδέαν χρείαϲ ἅπαντεϲ
αὺτοῦ δέοιντο. κατὰ τοῦτο γοῦν αὐτὸ τὸ δεύτερον ϲημαινόμενον ὁ
θέρμοϲ ἐϲτὶ πολύχρηϲτον ὄϲπριον. ἑψόμενοϲ γάρ, εἶτ’ ἀποβρεχόμενοϲ
ἐν ὕδατι γλυκεῖ, μέχριϲ ἂν ἀπόθηται πᾶϲαν εἰϲ αὐτὸ τὴν ϲύμφυτον
ἀηδίαν, οὕτωϲ ἐϲθίεται διὰ γάρου τε καὶ ὀξυγάρου καὶ χωρὶϲ τούτων
ἁλϲὶ μετρίοιϲ ἡδυνόμενοϲ, οὐχ ὥϲπερ ἢ τε κριθὴ καὶ ἄλλ’ ἅττα πολυειδῶϲ |
ϲκευαζόμενα.