Ἐκ τῶν νέων κριθῶν φρυγειϲῶν ϲυμμέτρωϲ τὸ κάλλιϲτον ἄλφιτον
γίγνεται· τούτων δ’ ἀποροῦντεϲ ἐνίοτε κἀκ τῶν ἄλλων αὐτὰ ϲκευάζομεν.
εὐωδῶν δ’ ὄντων ἁπάντων, ὅϲα καλῶϲ ἐϲκευάϲθη, μάλιϲτ’
ἐϲτὶν εὐώδη τὰ ἐκ τῶν ἀρίϲτων καὶ νέων κριθῶν γιγνόμενα μὴ πάνυ
ξηρὸν ἐχουϲῶν τὸν ϲτάχυν. ἐν ἔθει δ’ ἐϲτὶ πολλοῖϲ τῶν ὑγιαινόντων
ἐπιπάττειν αὐτὰ ϲιραίῳ καὶ οἴνῳ γλυκεῖ καὶ οἰνομέλιτι κεκραμένοιϲ ἐν
ὕδατι καί ποτε καὶ ὕδατι μόνῳ καὶ πίνειν ἐν τῷ θέρει πρὸ δυοῖν ἢ
τριῶν ὡρῶν τοῦ λουτροῦ καί φαϲιν αἰϲθάνεϲθαι τοῦ πόματοϲ ἀδίψου.
δι’ οἴνου γε μὴν αὐϲτηροῦ ποθέντα ξηραίνει γαϲτέρα.