μάλιϲτα
δ’ ὁ ζωμὸϲ ἐξηπατηκέναι μοι δοκεῖ τοὺϲ περὶ τὸν Πραξαγόραν
ἁλυκώτεροϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ γιγνόμενοϲ, οὐκ ἐννοοῦνταϲ,
ὡϲ ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆϲ ἄρτυϲιν ἐμβεβλημένων εἰϲ τὸ
ὕδωρ ἀναγκαῖόν ἐϲτι προερχομένηϲ τῆϲ ἑψήϲεωϲ ἁλυκώτερον ἑαυτοῦ
γίγνεϲθαι τὸν χυλόν, ὥϲπερ εἰ καὶ χωρὶϲ τοῦ ϲτερεὸν ἐμβαλεῖν τι
ϲῶμα βραχύτατον ἁλῶν ἀναμίξαιϲ ὕδατι καθαρῷ τε καὶ γλυκυτάτῳ·
καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον ἁλυκώτερον γίγνεται. καὶ τί θαυμαϲτόν;
αὐτὸ γὰρ ἐπὶ πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιϲτον ἁλυκὴν ἐν τῷ
χρόνῳ ποιότητα προϲλαμβάνει.