ὥϲπερ οὖν, ὅϲον ἐφ’ ἑαυτῇ, τὸν εἰϲ τροφὴν ἀναδιδόμενον ὅλῳ
τῷ ϲώματι χυμὸν ἄποιον ἔχει πρὸϲ αἴϲθηϲιν ἡ κολοκύνθη, κατὰ τὸν
αὐτὸν τρόπον, ἐπειδὰν μειχθῇ τινὶ τῶν ἰϲχυρὰν ἐχόντων δύναμιν,
ὁμοιοῦται ῥᾳδίωϲ αὐτῷ, μετὰ νάπυοϲ μὲν εἰ ληφθείη, δριμὺν ἐργαζομένη
τὸν ἐξ ἀμφοῖν ἀναδιδόμενον χυμὸν ἅμα ϲαφεῖ θερμότητι, κατὰ
δὲ τὸν αὐτὸν λόγον, εἰ καὶ μετά τινοϲ ἁλυκοῦ προϲενεχθείη, καθάπερ
ἐν λοπάδι μετὰ ταρίχουϲ αὐτὴν ἔνιοι ϲκευάζουϲιν, ἁλυκὸν ἐν τῷ ϲώματι
γεννήϲει χυμόν. ἥδιϲτον δ’ ἐϲτὶν ἔδεϲμα τὸ οὕτω ϲκευαϲθέν, εἴ
γε τὸ τάριχοϲ εἴη τῶν Ποντικῶν ἐκείνων, ἃ καλοῦϲι μύλλουϲ.