βαϲανίζειν δὲ χρὴ τὴν φύϲιν αὐτῶν
οὐχ ἀπλῶϲ ἐπιϲκοποῦνταϲ τὴν ἔξωθεν ἐπιφάνειαν, ἀλλὰ καὶ διαιροῦνταϲ
καὶ θραύονταϲ, καθάπερ εἴρηται· πολλοὶ γὰρ ἔξωθεν ὑπόξανθοί τε
καὶ πυκνοὶ φαινόμενοι τὰ ἔνδον ἑαυτῶν ὥφθηϲαν ἀραιοί τε καὶ χαῦνοι
καὶ λευκοί. πλεῖϲτόν τε οὗτοι πίτυρον ἔχουϲι, καὶ εἴ τιϲ αὐτῶν ἀλεϲθέντων
ὑποϲήϲαϲ τὸ λεπτότατον ἄλευρον ἄρτουϲ ἐκ τοῦ λοιποῦ ποιήϲαιτο
τοὺϲ πιτυρίαϲ ὀνομαζομένουϲ, ὀλιγοτρόφων μὲν αὐτῶν πειράϲεται,
περίττωμα δ’ ἐργαζομένων ἐν τῇ γαϲτρὶ πολὺ καὶ διὰ τοῦθ’ |
ὑπερχομένων ῥᾳδίωϲ. ἄμα δὲ καὶ διὰ τὸ ῥυπτικῆϲ μετέχειν δυνάμεωϲ
τὸ πίτυρον εἰκότωϲ ἡ διαχώρηϲιϲ αὐτῶν γίγνεται ταχεῖα πρὸϲ τὴν
ἔκκριϲιν ἐρεθιζομένων τῶν ἐντέρων.