τοῖϲ
δ’ ἐγκρυφίαιϲ ὀνομαζομένοιϲ ἀπὸ τοῦ κατὰ τὴν τέφραν ἐγκρυβένταϲ 5.4.2.222
ὀπτᾶϲθαι προϲδίδωϲί τι καὶ ἡ τέφρα μοχθηρόν· ὥϲτε κινδυνεύουϲιν |
οὗτοι πάντων ἄρτων εἶναι χείριϲτοι κατά γε τὴν τῆϲ ὀπτήϲεωϲ ἰδέαν
ἐπὶ πᾶϲι τοῖϲ ἄλλοιϲ ὡϲαύτωϲ προϋπάρχουϲιν. δεῖ γὰρ ἑκάϲτοτε περὶ
τῶν προκειμένων ἀκούειν οὕτωϲ, ὡϲ κατ’ ἐκεῖνα μόνον ἐξηλλαγμένων
τῶν παραβαλλομένων ἀλλήλοιϲ· ὡϲ εἴ γε κατὰ πολλοὺϲ τρόπουϲ διαφέροντα
παραβάλλοιτο, τὰ καθ’ ἕκαϲτον αὐτῶν ἰδίᾳ λελεγμένα πάντα
ἕξουϲιν ἠθροιϲμένα. περὶ μὲν οὖν τῆϲ κατὰ τοὺϲ ἄρτουϲ διαφορᾶϲ
αὐτάρκωϲ εἴρηται.