πρόδηλον δ’, ὅτι τὰ μὲν ξηρὰν ἔχοντα τὴν πῆξιν τοῦ ϲώματοϲ,
ὥϲπερ μόνιμον ἔχει τὴν ἕξιν, οὕτω καὶ ϲτερεὰν καὶ γεώδη καὶ διὰ
τοῦτο τρόφιμον· ὅϲα δ’ ὑγρὰ ταῖϲ ϲυϲτάϲεϲίν ἐϲτι, διαφθείρεται καὶ
διὰ τοῦτο καὶ τροφὴν ὀλίγην τε καὶ ῥᾳδίωϲ ἐκκρινομένην ἐκ τοῦ ϲώματοϲ
ἔχει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ κατὰ τὴν γαϲτέρα διαχωρεῖται
τὰ τοιαῦτα μᾶλλον τῶν ϲτερεῶν, καὶ μάλιϲθ’ ὅταν ἔχῃ λιτρῶδέϲ
τι καὶ ῥυπτικόν, ὥϲπερ ἀποδείξομεν ἔνια τῶν ὡραίων ἀξιόλογον
ἔχοντα τὴν τοιαύτην δύναμιν, ἃ καὶ κακοχυμότερα λέγομεν εἶναι τῶν
οὐδεμίαν ἐχόντων αἰϲθητὴν ποιότητα χυμοῦ, καθάπερ οὐδὲ τὸ κάλλιϲτον |
ὕδωρ ἔχει.