ἅμα δὲ
μήλοιϲ κυδωνίοιϲ ἑψηθεῖϲα καὶ προϲηκόντωϲ ἀρτυθεῖϲα τὸν αὐϲτηρὸν
ἕξει χυμὸν ἐπικρατοῦντα κατὰ τὴν ἀνάδοϲιν. ἡ δ’ ὀπτηθεῖϲα καὶ ταγηνιϲθεῖϲα
τῆϲ μὲν οἰκείαϲ ὑγρότητοϲ ἀποτίθεται πάμπολυ, τὸ δ’ ὑπόλοιπον
αὐτῆϲ οὐδεμίαν ἰϲχυρὰν ἐπικτᾶται δύναμιν, ὥϲπερ οὐδ’ ὅταν
ἐν ἀπλῷ ζωμῷ ϲκευαϲθῇ. χαίρει δ’ εἰκότωϲ ὀριγάνῳ διὰ τὴν ὑδατώδη
ποιότητα ϲύμφυτον ὑπάρχουϲαν αὐτῇ· πάντα γὰρ ὅϲα τοιαῦτα δριμέϲιν | 5.4.2.670
ἢ ὀξέϲιν ἢ αὐϲτηροῖϲ ἢ ἁλυκοῖϲ ἀναμίγνυϲθαι δεῖται χυμοῖϲ, εἰ
μέλλοι μήτ’ ἀηδῶϲ ληφθήϲεϲθαι μήτε ναυτιώδειϲ ἐργάϲεϲθαι τοὺϲ λαμβάνονταϲ.