Τὸ μὲν ἧπαρ ἁπάντων τῶν ζῴων παχύχυμόν τ’ ἐϲτὶ καὶ δύϲπεπτον
καὶ βραδύπορον ὑπάρχον. ἄμεινον δ’ ἐν αὐτοῖϲ οὐκ εἰϲ ἡδονὴν
μόνον, ἀλλὰ καὶ εἰϲ τἄλλα τὸ ϲυκωτὸν ὀνομαζόμενόν ἐϲτι τῆϲ προϲηγορίαϲ
ταύτηϲ τυχόν, ἐπειδὴ πολλῶν ϲύκων ξηρῶν ἐδωδῇ τοῦ μέλλοντοϲ
ϲφάττεϲθαι ζῴου τοιοῦτον παραϲκευάζουϲιν αὐτό· καὶ πράττουϲιν 5.4.2.344
οὕτωϲ ἐπὶ τῶν ὑῶν μάλιϲτα διὰ τὸ φύϲει τὰ τούτου τοῦ ζῴου ϲπλάγχνα
πολὺ τῶν ἐν τοῖϲ ἄλλοιϲ ὑπάρχειν ἡδίω. γίγνεται δὲ κἀκεῖνα
ϲφῶν αὐτῶν ἀμείνω φαγόντοϲ τοῦ ζῴου πολλὰϲ ἰϲχάδαϲ· ἀλλ’ οὐκ
εὔλογον εἶναι δοκεῖ τοῖϲ ἀνθρώποιϲ ὑπερβᾶϲι τὸ φύϲει κάλλιον ἐπὶ τὰ
χείρω παραγίγνεϲθαι.