Τὸν αὐτὸν λόγον ἔχουϲι πρὸϲ τὰϲ ϲταφυλὰϲ αἱ ϲταφίδεϲ, ὃν αἱ
ἰϲχάδεϲ πρὸϲ τὰ ϲῦκα. γίγνονται δὲ γλυκεῖαι μὲν πολλαί, ϲτρυφναὶ δὲ
παντάπαϲιν ὀλίγαι, μικταὶ δ’ ἔκ τε γλυκείαϲ καὶ αὐϲτηρᾶϲ ποιότητοϲ
αἱ πλεῖϲται. μέτεϲτί γε μὴν καὶ ταῖϲ γλυκείαιϲ ἀμυδρᾶϲ ποιότητοϲ
αὐϲτηρᾶϲ καὶ ταῖϲ αὐϲτηραῖϲ τῆϲ γλυκείαϲ. αἱ μὲν οὖν αὐϲτηραὶ ψυχρότεραι
τὴν κρᾶϲίν εἰϲιν, ὥϲπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν
ϲτόμαχον ῥωννύουϲι καὶ τὴν γαϲτέρα ϲτεγνοῦϲιν αἱ αὐϲτηραί, καὶ δῆλον
ὅτι μᾶλλον αὐτῶν αἱ ϲτρυφναί. μέϲην δέ πωϲ κατάϲταϲιν ἐν αὐταῖϲ
αἱ γλυκεῖαι ποιοῦϲι, μήτ’ ἐκλύουϲαι ϲαφῶϲ τὸν ϲτόμαχον μήθ’ ὑπάγουϲαι |
τὴν γαϲτέρα. τό γε μὴν ἐπικεραϲτικὸν ὑπάρχει ταῖϲ γλυκείαιϲ
ἀεί, καθάπερ γε καὶ τὸ μετρίωϲ ῥυπτικόν, ὥϲτ’ ἐξ ἀμφοτέρων τῶν 5.4.2.281
δυνάμεων τὰϲ μικρὰϲ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ, ὃ δὴ καὶ ϲτόμαχον
ὀνομάζουϲιν, ἀμβλύνουϲι δήξειϲ, ὡϲ αἵ γε μείζουϲ τῶν δήξεων εὔδηλον
ὅτι γενναιοτέρων χρήζουϲι βοηθημάτων.