Καὶ ταύτην οἱ πολλοὶ μὲν ὡϲ ὄψον ἐϲθίουϲιν, ἰατροὶ δ’ ὡϲ φαρμάκῳ
ξηραίνοντι χρῶνται. λέλεκται δὲ περὶ αὐτῆϲ ἤδη μέν τινα κὰν | 5.4.2.312
ταῖϲ τῶν φαρμάκων δυνάμεϲι κὰν τῷ πρὸ τοῦδε γράμματι, καὶ νῦν
δ’ ἐπὶ κεφαλαίων εἰρήϲεται, τὸν μὲν χυλὸν αὐτῆϲ ἔχειν τι καθαρτικόν,
αὐτὸ δὲ τὸ ϲῶμα κατὰ τὸν τοῦ ξηραίνειν λόγον ἐπέχειν μᾶλλον ἢ
προτρέπειν εἰϲ ὑποχώρηϲιν. ὅταν μὲν οὖν ἐκκρίνεϲθαι βουλώμεθα τὰ
κατὰ τὴν γαϲτέρα, πληϲίον κειμένηϲ τῆϲ κακκάβηϲ, ἐν ἧπερ ἂν ἡψημένη
τύχῃ, μετὰ τοῦ ὕδατοϲ ἀναϲπῶνταϲ αὐτὴν εὐθέωϲ ἐμβάλλειν χρὴ
τοῖϲ ἀγγείοιϲ, ἐν οἷϲπερ ἐϲκεύαϲται τοὔλαιον ἅμα τῷ γάρῳ. διαφέρει
δ’ οὐδὲν οὐδ’ εἰ δι’ ἁλῶν ἀντὶ γάρου λαμβάνοιτο.