περιττωματικὴ τοίνυν ἡ ϲὰρξ αὐτῶν ἐϲτι καὶ πολὺ δυϲπεπτοτέρα
τῆϲ τῶν προειρημένων πτηνῶν ζῴων, οὐ μὴν τά γε πτερὰ χείρω τῶν 5.4.2.358
ἄλλων ἔχει. πολλοῖϲ γὰρ τῶν πτηνῶν ζῴων, καὶ μάλιϲθ’ ὅϲα μικρὰ
καὶ ϲκληρόϲαρκα, καὶ ἡ τῶν πτερῶν φύϲιϲ ἐϲτὶν ἰνώδηϲ τε καὶ ϲκληρά,
τινῶν δὲ καὶ ἡ ϲὰρξ ὅλη τοιαύτη, καθάπερ καὶ ἡ τῶν γεράνων, ἃϲ
καὶ αὐτὰϲ ἐϲθίουϲιν ἑωλίϲαντεϲ πρότερον ἡμέραιϲ πλείοϲι. μεταξὺ δέ
πωϲ τῆϲ τῶν γεράνων τε καὶ χηνῶν ἡ τῶν καλουμένων ὀτίδων ἢ ὠτίδων
ἐϲτίν· ἑκατέρωϲ γὰρ ὀνομάζουϲί τε καὶ γράφουϲι τὴν πρώτην
ϲυλλαβήν, διά τε τοῦ ο̄ ϲτοιχείου καὶ τοῦ ω̄.