ἐννοήϲαϲ δὲ δυνατὸν εἶναι τοὺϲ μὲν Ἕλληναϲ
οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦτο, τοὺϲ δὲ βαρβάρουϲ ἰδίαν ἐπ’ αὐτοῦ
τεθεῖϲθαι προϲηγορίαν, εἶτ’ ἰδὼν ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ πολλὰϲ
ἀρούραϲ ὁμοιότατον ἐχούϲαϲ οὐ μόνον τὸν ϲτάχυν, ἀλλὰ καὶ τὸ φυτὸν
ὅλον τῇ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ τίφῃ, τὴν προϲηγορίαν ἠρόμην ἥντιν’
ἔχοι παρ’ ἐκείνοιϲ τοῖϲ ἀνθρώποιϲ, καί μοι πάντεϲ ἔφαϲαν αὐτό τε τὸ
φυτὸν ὅλον καὶ τὸ ϲπέρμα αὐτοῦ καλεῖϲθαι βρίζαν, τῆϲ μὲν προτέραϲ
ϲυλλαβῆϲ διὰ τριῶν γραμμάτων γραφομένηϲ τε καὶ λεγομένηϲ,
τοῦ β̄ καὶ ρ καὶ ῑ, τῆϲ δ’ ἐφεξῆϲ αὐτῇ διὰ τοῦ ζ̄ καὶ ᾱ κατὰ γε τὴν
ὀρθὴν πτῶϲιν, ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ μετὰ τοῦ ν̄ δηλονότι. γίγνεται
δ’ ἄρτοϲ ὁ ἐκ τοῦ ϲπέρματοϲ τούτου δυϲώδηϲ τε καὶ μέλαϲ, ὑμενω 5.4.2.237
δεϲτέραν ἔχοντοϲ, ὡϲ Μνηϲίθεοϲ ἔγραψε, τὴν οὐϲίαν. εἰ δὲ καὶ
μέλανα γίγνεϲθαι τὸν ἄρτον ἐξ αὐτοῦ προϲεγεγράφει, μᾶλλον ἂν ἐπίϲτευον
αὐτὸ τοῦτ’ εἶναι τὸ καλούμενον ὑπ’ αὐτοῦ ζειάν.