Προὔκριναν πολλοὶ τῶν ἰατρῶν τὸ λάχανον τοῦτο τῶν ἄλλων
ἁπάντων, ὥϲπερ τὰ ϲῦκα τῆϲ ὀπώραϲ· εὐχυμότερον γάρ ἐϲτιν αὐτῶν.
ὃ δὲ μέμφονταί τινεϲ αὐτοῦ, μέγιϲτον ἔπαινον ἔχει. καὶ εἴπερ ὄντωϲ
ἀληθὲϲ ἦν, οὐ μόνον λαχάνων, ἀλλὰ καὶ τῶν εὐχυμοτάτων τε καὶ
τροφιμωτάτων ἐδεϲμάτων οὐδενὸϲ ἂν ἧν δεύτερον· αἷμα γὰρ αὐτήν |
φαϲι γεννᾶν. ἔνιοι δ’ οὐχ ἁπλῶϲ αἰμα λέγουϲιν, ἀλλὰ καὶ τὸ πολὺ
προϲτιθέαϲι, πολὺ γεννᾶν αἷμα φάϲκοντεϲ τὴν θριδακίνην. ἀλλ’ οὗτοι,
κἂν εἰ φρονιμώτερον ἐγκαλοῦϲι, μείζονά γε ψεύδονται τῶν ἑτέρων·
καίτοι καὶ αὐτὸ τὸ πολὺ γεννᾶν αἷμα μόνον λεγόμενον οὐκ ἄν τιϲ
εὐλόγωϲ μέμψαιτο.