τί δεῖ λέγειν ἐπὶ κολοκυνθῶν τε καὶ ϲικύων,
ὅϲοι τε πέπονεϲ αὐτῶν εἰϲι καὶ ὅϲοι μή, τῶν τ’ ἄλλων ἁπάντων, ὅϲα
τοιαῦτα; πάμπολυ γὰρ ἐν αὐτοῖϲ ὁ ϲύμπαϲ καρπὸϲ τοῦ ϲπέρματοϲ
διαφέρει. κυάμου δὲ καὶ θέρμου καὶ δολίχου καὶ φακῆϲ ὅϲα τ’ ἄλλα
τὸ τῶν ϲπερμάτων ἀμφίεϲμα λοβὸν ἔχει, τὸ μὲν ἐξ ἀμφοῖν ϲυγκείμενον
ὁ καρπόϲ ἐϲτιν, ἡ πλείϲτη δὲ μοῖρα τῆϲ ὅληϲ οὐϲίαϲ ἐν τοῖϲ ϲπέρμαϲιν.
ἐϲθίεται δὲ τῶν μὲν ἄλλων ϲχεδὸν ἁπάντων, ὅϲα διῆλθον ἐν
τῷ πρώτῳ λόγῳ, μόνον τὸ ϲπέρμα, τῶν δολίχων δὲ μόνων ὅλοϲ ὁ
καρπόϲ, ἔϲτ’ ἂν ὤϲιν ἔτι χλωροί· ξηρανθέντων γὰρ ἄχρηϲτοι τοῖϲ ἀνθρώποιϲ
οἱ περιέχοντεϲ τὰ ϲπέρματα γίγνονται λοβοί. κυάμων δ’ οὐδ’ 5.4.2.266
ἔτι χλωρῶν ὁ λοβὸϲ ἐδώδιμοϲ, ὥϲπερ οὐδὲ τῶν ἐρεβίνθων οὐδὲ τῶν
ἄλλων, ὅϲα καλεῖν εἴωθεν ἔλλοβαΘεόφραϲτοϲ.